μάλιστα δὲ εἴσω· ἔστι δ᾿ ὅτε καὶ ἡ ἐπίφυσις ἐκινήθη· ἔστι δ᾿ ὅτε
τὸ ἕτερον τῶν ὀστέων διέστη. Τουτέοισι κατάτασις ἰσχυρὴ ποιητέη·
καὶ τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δὲ ἕτερον ἀντωθέειν, δύο εἴδεα ἅμα,
ἐς τοὐπίσω καὶ ἐς τὸ πλάγιον, ἢ χερσὶν ἐπὶ τραπέζης, ἢ πτέρνῃ.
Παλίγκοτα δὲ καὶ ἀσχήμονα· τῷ δὲ χρόνῳ κρατύνεται ἐς χρῆσιν.
Ἴησις, ὀθονίοισι ξὺν τῇ χειρὶ καὶ τῷ πήχεϊ· καὶ νάρθηκας
μέχρι δακτύλων τιθέναι· ἐν νάρθηξι δὲ τεθέντα ταῦτα
πυκνότερον λύειν, ἢ τὰ κατήγματα, καὶ καταχύσει πλείονι
χρέεσθαι.
De articulis. Hippocrates. ed. Émile Littré. Paris. 1844.
Funding provided by Andrew W. Mellon Foundation.