ἄλλοτε ἐς τὸ πρὸς τῶν πλευρέων μέρος, ἄλλοτε ἐς τὸ ἔξω· οὐ
πᾶν δὲ τὸ ἄρθρον μεταβεβηκὸς, ἀλλὰ, μένον κατὰ τὸ κοῖλον τοῦ ὀστέου τοῦ βραχίονος, ᾗ τὸ τοῦ πήχεος ὀστέον τὸ ὑπερέχον,
ἐξέσχεν. Τὰ μὲν οὖν τοιαῦτα, κἂν τῇ ἢ τῇ ὀλίσθῃ, ῥηΐδιον
ἐμβάλλειν, καὶ ἀπόχρη ἡ κατάτασις ἡ ἐς τὸ ἰθὺ γινομένη κατ᾿
ἰθυωρίην τοῦ βραχίονος, τὸν μὲν κατὰ τὸν καρπὸν τῆς χειρὸς
τείνειν, τὸν δὲ κατὰ τὴν μασχάλην περιβάλλοντα, τὸν δὲ τῇ
ἑτέρῃ πρὸς τὸ ἐξεστεὸς ἄρθρον τὸ θέναρ προσβάλλοντα ὠθέειν,
τῇ δ᾿ ἑτέρῃ ἀντωθέειν προσβάλλοντα ἐγγὺς τῷ ἄρθρῳ.
Ἐνακούει δὲ οὐ βραδέως ἐμβαλλόμενα τὰ τοιαῦτα ὀλισθήματα,
ἢν, πρὶν φλεγμήνῃ, ἐμβάλλῃ τις. Ὀλισθάνει δὲ ὡς ἐπὶ τὸ πουλὺ
μᾶλλον ἐς τὸ ἔσω μέρος, ὀλισθάνει δὲ καὶ ἐς τὸ ἔξω, εὔδηλα
δὲ τῷ σχήματι. Καὶ πολλάκις ἐμπίπτει τὰ τοιαῦτα, καὶ ἄνευ
ἰσχυρῆς κατατάσιος· χρὴ δὲ τῶν ἔσω ὀλισθανόντων, τὸ
μὲν ἄρθρον ἀπωθέειν ἐς τὴν φύσιν, τὸν δὲ πῆχυν ἐς τὸ καταπρηνὲς
μᾶλλον ῥέποντα περιάγειν Τὰ μὲν πλεῖστα ἀγκῶνος
τοιαῦτα ὀλισθήματα.
De fracturis. Hippocrates. ed. Émile Littré. Paris. 1841.
Funding provided by Andrew W. Mellon Foundation.