δὲ μὴ, μηδὲ ἄλλως ἕλκος ἐγένετο. Οἷσι δὲ τὰ ὀστέα κατέηγεν ἁπλῷ τῷ τρόπῳ, καὶ μὴ πουλυσχιδεῖ, ἐξέσχε
δὲ, αὐθήμερα ἐμβληθέντα, ἢ τῇ ὑστεραίῃ, καὶ κατὰ χώρην ἱζόμενα,
καὶ μὴ ἐπίδοξος ἡ ἀπόστασις παρασχίδων ὀστέων ἀπιέναι, ἢ
καὶ οἷσιν ἕλκος μὲν ἐγένετο, τὰ δὲ ὀστέα τὰ κατεηγότα οὐκ ἐξίσχει,
οὐδ᾿ ὁ τρόπος τῆς κατήξιος τοιοῦτος, οἷος παρασχίδας ὀστέων
εἶναι ἐπιδόξους ἀναπλῶσαι, τοὺς τοιούτους οἱ μὲν μήτε μέγα ἀγαθὸν, μήτε μέγα κακὸν ποιέοντες, ἰητρεύουσι τὰ μὲν ἕλκεα καθαρτικῷ
τινι, ἢ πισσηρὴν ἐπιθέντες, ἢ ἔναιμον, ἢ ἄλλο τι ὧν εἰώθασι
ποιέειν· ἐπάνω δὲ τοὺς οἰνηροὺς σπλῆνας ἢ εἴρια ῥυπαρὰ ἐπιδέουσιν,
ἢ ἄλλο τι τοιοῦτον. Ἐπὴν δὲ τὰ ἕλκεα καθαρὰ γένηται, καὶ ἤδη ξυμφύηται,
τότε τοῖσιν ὀθονίοισι συχνοῖσι πειρῶνται ἐπιδεῖν, καὶ νάρθηξι
κατορθοῦν. Αὕτη μὲν ἡ ἴησις ἀγαθόν τι ποιέει, κακὸν δὲ οὐ μέγα.
Τὰ μέντοι ὀστέα οὐχ ὁμοίως δύναται ἱδρύεσθαι ἐς τὴν ἑωυτῶν χώρην,
ἀλλά τινι ὀγκηρότερα τὰ ὀστέα τοῦ καιροῦ ταύτῃ γίνεται·
γένοιτο δ᾿ ἂν καὶ βραχύτερα, ὧν ἀμφότερα τὰ ὀστέα κατέηγεν ἢ πήχεος,
ἢ κνήμης.
De fracturis. Hippocrates. ed. Émile Littré. Paris. 1841.
Funding provided by Andrew W. Mellon Foundation.