τὸ ἕτερον τοῦ ἑτέρου, τῇ δὲ οὐ πολλῷ λεπτότερον· ξυνέχεται δὲ
ἀλλήλοισι τὰ πρὸς τοῦ ποδὸς, καὶ ἐπίφυσιν κοινὴν ἔχει, ἐν ἰθυωρίῃ
δὲ τῆς κνήμης οὐ ξυνέχεται· τὰ δὲ πρὸς τοῦ μηροῦ ξυνέχεται, καὶ
ἐπίφυσιν ἔχει, καὶ ἡ ἐπίφυσις διάφυσιν· μακρότερον δὲ τὸ ἕτερον
ὀστέον σμικρῷ τὸ κατὰ τὸν σμικρὸν δάκτυλον· ἡ μὲν φύσις
τοιαύτη τῶν ὀστέων τῶν ἐν τῇ κνήμῃ.
De fracturis. Hippocrates. ed. Émile Littré. Paris. 1841.
Funding provided by Andrew W. Mellon Foundation.