ἰῆται, τὸ δὲ τοῖσιν ἰωμένοισιν ὑπηρετέει. Ἐς μὲν οὖν ταῦτα
νόμος· ἐν δὲ τουτέοισι μέγιστα ἐπιδέσιος· πίεξις μὲν, ὥστε
τὰ ἐπικείμενα μὴ ἀφεστάναι, μηδὲ ἐρηρεῖσθαι κάρτα, ἀλλὰ
ἡρμόσθαι μὲν, προσηναγκάσθαι δὲ μὴ, ἧσσον μὲν τὰ
ἔσχατα, ἥκιστα δὲ τὰ μέσα. Ἅμμα, καὶ ῥάμμα νεμόμενον μὴ κάτω, ἀλλ᾿ ἄνω, ἐν παρέξει, καὶ σχέσει, καὶ ἐπιδέσει, καὶ
πιέξει. Ἀρχὰς βάλλεσθαι μὴ ἐπὶ τὸ ἕλκος, ἀλλ᾿ ἔνθα τὸ
ἅμμα. Τὸ δὲ ἅμμα μήτε ἐν τρίβῳ, μήτε ἐν ἔργῳ, μήτε ἐκεῖσε, ὅκου ἐνεόν. Ἅμμα δὲ καὶ ῥάμμα μαλθακὸν, οὐ
μέγα.
De officina medici. Hippocrates. ed. Émile Littré. Paris. 1841.
Funding provided by Andrew W. Mellon Foundation.