ἀποσπάσματα, ἢ ἀποκλάσματα, ἢ διαστρέμματα, οἷα τὰ
κυλλὰ, τὰ ἑτερόῤῥοπα, ὅθεν μὲν ἐξέστη, ξυνδιδόντα,
ὅπη δὲ ξυντείνοντα, ὡς ἐς τἀναντία ῥέπῃ, ἐπιδεθέντα,
ἢ πρὶν ἐπιδεθῆναι, σμικρῷ μᾶλλον, ἢ ὥστε ἐξ ἴσου
εἶναι· καὶ τοῖσιν ἐπιδέσμοισι, καὶ τοῖσι σπλήνεσι, καὶ τοῖσιν ἀναλήμμασι,
καὶ τοῖσι σχήμασι, κατατάσει, ἀνατρίψει, διορθώσει,
ταῦτα καὶ καταχύσει πλείονι.
De officina medici. Hippocrates. ed. Émile Littré. Paris. 1841.
Funding provided by Andrew W. Mellon Foundation.