ἔχει ὥνθρωπος, καὶ τὸ ὀστέον ἐψιλώθη τῆς σαρκός· πέμπτος
οὗτος τρόπος. Καὶ ταύτην τὴν ξυμφορὴν, ὅταν γένηται, οὐκ ἂν
ἔχοις ὠφελῆσαι οὐδέν. Οὐδὲ γὰρ, εἰ πέπονθε τὸ κακὸν τοῦτο, οὐκ
ἔστιν ὅκως χρὴ αὐτὸν ἐξελέγξαντα εἰδέναι εἰ πέπονθε τὸ κακὸν
τοῦτο ὥνθρωπος, οὐδ᾿ ὅκοι τῆς κεφαλῆς.
De capitis vulneribus. Hippocrates. ed. Émile Littré. Paris. 1841.
Funding provided by Andrew W. Mellon Foundation.