αὐτὴν εἶχεν· ἤμεσεν ἐς νύκτα· αἷμα συχνὸν ἐῤῥύη, κατὰ τὸ οὖς τὸ
ἀριστερὸν πεσούσης· καὶ μελίκρητον χαλεπῶς κατέπινεν· ῥέγχος
εἶχε· πνεῦμα πυκνὸν, ὥσπερ τῶν ἀποθνησκόντων, φλέβες αἱ περὶ τὸ
μέτωπον τεταμέναι κλίσις ὑπτίη, πόδες χλιηροί· πυρετὸς πουλύς·
ὁπότε ῤξύτατος, μάλιστα κατεπλήσσετο. ἑβδόμῃ, φωνὴν ἔῤῥηξεν·
αἱ θέρμαι λεπτότεραι· περιεγενέτο.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.