καὶ πέπερι διακλυζομένη, καὶ κατέχουσα ἐν τῷ στόματι, ἀνῆκε, καὶ
στραγγουρικὸν αὐτῇ ἀνῆκε προσθεμένῃ τὸ ἄλευρον τὸ ξὺν τῷ
ῥοδίνῳ. Τὰς ἀφ᾿ ὑστερέων κεφαλαλγίας καστόριον παύει. Τὰ
πλεῖστα τῶν ὑστερικῶν, αἱ φῦσαι· σημεῖον, οἱ ἐρευγμοὶ, καὶ οἱ
περὶ γαστέρα ψόφοι, καὶ ἐπάρματα ὀσφύος, καὶ περὶ νεφροὺς ἀλγήματα
καὶ ἰσχία· καὶ ἐκγεγλευκισμένος μέλας· ἢ ἀρωμάτων τρίτον
μέρος, ἀλεύρου δύο, ἐν οἴνῳ εὐώδει ἑψῆσαι λευκῷ, ἐπ᾿ ὀθόνιον ἐπιχέαντα, χέαντα, ἐπαλείψαντα, καταπλάσσειν, ᾗ ἐπὶ τῆς γαστρὸς ἀλγήματα
ὑστερικά.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.