τοὔπισθεν, καὶ τραχήλου, ὅπου ἡ πρόσφυσις, καὶ ἐς κορυφὴν ἐχώρει, προϊόντος δὲ καὶ ἐς οὖς ἀριστερόν· καὶ τὸ ἥμισυ τῆς κεφαλῆς
ἐπώδυνον· μυξώδεα αἰεὶ ἐχώρει ἐπιεικῶς ξυγκεκαυμένα· καὶ θέρμη
παρηκολούθει λεπτή· καὶ ἀπόσιτος· τὴν ἡμέρην ῥᾴων, ἐς νύκτα δὲ
ὠδυνᾶτο. Ἐπεὶ δὲ τὸ κατὰ τὸ οὖς ἐῤῥάγη πῦον, ἔληξε πάντα·
ἐῤῥάγη δὲ περὶ χειμῶνα. Ἦρά γε ἐν πᾶσι τοῖς ἐμπυήμασι καὶ
τοῖσι περὶ ὀφθαλμὸν ἐς νύκτα οἱ πόνοι;
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.