καὶ τἄλλα ὑγιαίνοντι· χειμῶνος δὲ ἐπέπεσε πουλλὴ ὀδύνη
πλευροῦ, καὶ θέρμη, καὶ βὴξ, ἀπόχρεμψίς τε αἵματος ἀφρώδεος
τοῦτο καὶ ῥεγχῶδες ἐν τῇ φάρυγγι· εὔφορος δὲ καὶ παρ᾿ ἑωυτῷ.
Καὶ ἡ θέρμη ἐχάλασεν, ἅμα δὲ καὶ ἡ ἀπόχρεμψις, καὶ τὸ κέρχον·
καὶ περὶ τετάρτην ἢ πέμπτην ἡμέρην ὑγιής.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.