ἐκ πτώματος πυρετὸς ὀξὺς ἔλαβε· γλῶσσα καυσώδης, ξηρὴ, τρηχείη,
ὠχρή· ὀφθαλμοὶ ὠχροὶ, καὶ τὸ χρῶμα νεκρῶδες. Διέφθειρε πεμπταίη·
ῥηϊδίως ἀπήλλαξε, καὶ ὕπνος, ὡς ἐδόκεε, κωματώδης· δείλης διεγειρόντων
οὐκ ᾐσθάνετο, πταρμικῷ ὑπήκουσε, πόμα κατεδέξατο καὶ
χυλοῦ, ὑπέβησσε καταπίνουσα τὸ πόμα· ἡ φωνὴ οὐκ ἐλύετο, οὐδὲ
αὐτή τι ἀνέφερεν· τὰ ὄμματα κατηρέα· πνεῦμα μετέωρον, κατὰ
ῥῖνα σπώμενον· χρῶμα πονηρόν· ἱδρὼς περὶ τοὺς πόδας καὶ σκέλεα
περὶ θάνατον ἐούσῃ· ἐτελεύτησεν.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.