ἄλγος κοιλίης δεινόν· ἐπίμπρατο ταχέως· κάτω δὲ οὐδὲν διεχώρεεν·
ἀσώδης ἦν· ἤμεε χολώδεα κατακορέα· ὁπότε δὴ ἀπεμέσειεν, ἐδόκει
ῥᾴων εἶναι· μετ᾿ ὀλίγον δὲ τὰ ἀλγήματα πάλιν δεινά· καὶ ἡ κοιλίη
ὁμοίως ἐπίμπρατο ὡς ἐν εἰλεοῖς· θέρμαι καὶ δίψαι· ἐν ἑπτὰ ἡμέραις
ἐτελεύτησεν.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.