ὑδρωπικὸς καὶ σπληνώδης, σφόδρα συνεπληρώθη καὶ ὄσχεον καὶ
σκέλεα καὶ περιτόναια. Ἐπὶ τῇ τελευτῇ βὴξ καὶ πνιγμοὶ ἐγένοντο, ἐς
νύκτα μᾶλλον, ἀπὸ τοῦ πλεύμονος, ὥσπερ τοῖς πλευμονώδεσιν. Πρὸ
δὲ τῆς τελευτῆς ἡμέρῃσι τρισὶν ἢ τέσσαρσι, ῥῖγος, πυρετός· κατὰ μηρὸν
δεξιὸν, ἔσω κατὰ φλέβα μέσην τὴν ἀπὸ τοῦ βουβῶνος, ὡς πυρὸς ἀγρίου
σύστρεμμα ὑποπέλιον ἔχον ἔρευθος· ἐς νύκτα, καρδίης ἄλγος, καὶ
οὐ πολὺ ὕστερον ἀφωνίη, πνιγμὸς μετὰ ῥέγχους, καὶ ἐτελεύτησεν.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.