πουλὺς, καὶ καταφορὴ πουλλὴ μετὰ ἀφωνίης· ὕπνοι ἐγένοντο,
καὶ κοιλίη σκληρὴ παρὰ παντὰ τὸν χρόνον. Προστιθεμένου δὲ τοῦ
ἐκ τῆς χολῆς, πουλλὰ διεχώρει, καὶ αὐτίκα ἐνεδίδου· ταχὺ δὲ πάλιν
ἡ κοιλίη ἐπῄρετο, καὶ ὁ πυρετὸς παρωξύνετο, καὶ ἡ καταφορὴ διὰ
τῶν αὐτῶν. Τῆς δ᾿ αὐτῆς ἀγωγῆς ἐούσης, ἐδόθη τι τῶν σὺν κνήκῳ,
καὶ σικύου, καὶ μηκωνίου, καὶ χολώδεα κατέῤῥηξε, καὶ αὐτίκα τὸ
κῶμα ἐπέπαυτο, καὶ ὁ πυρετὸς ἐπρηΰνετο, καὶ τὰ ὅλα ἐκουφίσθη,
καὶ ἐκρίθη τεσσαρεσκαιδεκαταῖος.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.