ὑστεραίῃ δὲ πρωῒ ἄσης γενομένης, πιὼν ὕδωρ, ὄξος, ἅλας, ἐξήμεσε
φλέγμα· μετὰ δὲ, ῥῖγος ἔλαβεν· ἐλούσατο πυρεταίνων, τὸ στῆθος
ἤλγει. Τῇ τρίτῃ εὐθὺς πρωῒ, κῶμα ὀλίγον χρόνον ἐπεῖχε, καὶ ἐπελήρει,
καὶ πυρετὸς ὀξύς· βαρέως ἔφερε τὴν νοῦσον. Τῇ τετάρτῃ,
ἄγρυπνος· ἀπέθανεν.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.