καὶ τἄλλα, οἷσι γινώσκομεν. Ὁ ἀσθενέων· ὁ δρῶν, ἢ θιγὼν,
ἢ ὀσφρανθεὶς, ἢ γευσάμενος, τὰ δ᾿ ἄλλα γνούς· τρίχες, χροιὴ, δέρματα,
φλέβες, νεῦρα, μύες, σάρκες, ὀστέα, μυελὸς, ἐγκέφαλος, καὶ
τὰ ἀπὸ τοῦ αἵματος, σπλάγχνα, κοιλίη, χολὴ, οἱ ἄλλοι χυμοὶ, ἄρθρα,
σφυγμοὶ, τρόμοι, σπασμοὶ, λύγγες· ἀμφὶ πνεῦμα· ἄφοδοι· οἷσι
γινώσκομεν.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.