τῶν ἄνω οἱ ἐμπρόσθιοι ἀνέπλεον· ἔγκοιλον εἶχον ὀστέον. Ὧν μὲν
ἐκ τῆς ὑπερῴης ἀπέρχεται, μέση ἵζει ἡ ῥίς· ὧν δὲ οἱ ἄνω ὀδόντες
οἱ ἔμπροσθεν, πλατεῖα ἄκρη. Ἀριθμούμενος ὁ πεμπταῖος ἀπὸ τῶν
ἔμπροσθεν, τέσσαρας ῥίζας κατὰ δύο συνεζευγμένας ὡς πρὸς ἑκάτερον
τῶν γειτόνων ὀδόντων, ἄκρας ἀποκεκαμμένας ἐς τὸ ἔσω μέρος πάσας
παρὰ τὸν τρίτον ὀδόντα, ἀποπυήματα πλείω, ἢ παρὰ τοὺς ἄλλους
πάντας, καὶ τὰ ἐκ ῥινῶν παχέα ῥεύματα, καὶ αἱ ἀπὸ κροτάφων
ὀδύναι ἐκ τούτου μάλιστα γίνονται. Ἐσθίεται οὗτος, μάλιστα ὁ
πέμπτος. Ἐκ μέσου μὲν κόνδυλον εἶχεν, δύο δὲ ἔμπροσθεν· ὁ
σμικρὸς, πρῶτος, ἔνδοθεν κατὰ τοὺς δύο ἐβέβρωτο. Ῥίζαν μίην,
παχέην, ὀξέην, εἶχεν ὁ ἕβδομος. Τῷ Ἀθηνάδεω παιδίῳ ἄρσενι,
ὀδὼν ὁ ἐπ᾿ ἀριστερὰ κάτω, ἄνω δὲ ὁ ἐπὶ δεξιά· τούτου οὖς δεξιὸν
ἐνεπύησεν, οὐκ ἔτι ἀλγέοντος.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.