ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΤΕΤΑΡΤΟΝ.
βλεννώδεα· ᾧ τὴν κεφαλὴν ὤϊξα, ἀπῆλθεν ὑπὲρ τοῦ ὠτός· τῷ παρὰ
Λεωκύδεος, ἐν ποδί· Φανοδίκῳ, οἱ δάκτυλοι οἱ ἐν τῷ ποδὶ, ἐπὶ τοῦ
στήθεος. Ὁ τμηθεὶς τὴν κνήμην, ταύτην μὲν καὶ ἐμελάνθη, ᾗ τὸ
μέγα ἕλκος ἐν τῷ ἔξω τῆς κνήμης καὶ ἐκ τοὔπισθεν ᾔει· ἐπεὶ καθαρὸν
ἐγίνετο, πλευροῦ ὀδύνη καὶ στήθεος κατ᾿ ἴξιν ἀριστεροῦ, καὶ πυρετοί·
ἀπέθανεν ἀπὸ τοῦ πυρετοῦ.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.