κατασκοπέεσθαι περὶ τῶν γεγραμμένων ὀρθῶς. Ὁ γὰρ γνοὺς καὶ χρεόμενος τούτοισιν, οὐκ ἄν μοι δοκέῃ μέγα σφάλλεσθαι ἐν
τῇ τέχνῃ. Δεῖ δὴ καταμανθάνειν ἀκριβῶς τὴν κατάστασιν τῶν
ὡρέων ἑκάστης, καὶ τῶν νούσων· ἀγαθὸν ὅ τι κοινὸν
ἐν τῇ καταστάσει ἢ ἐν τῇ νούσῳ, κακὸν ὅ τι κοινὸν ἐν τῇ καταστάσει
ἢ ἐν τῇ νούσῳ· μακρὸν ὅ τι νούσημα καὶ θανάσιμον,
μακρὸν ὅ τι καὶ περιεστικόν· ὀξὺ ὅ τι θανάσιμον, ὀξὸ
ὅ τι περιεστικόν. Τάξιν τῶν κρισίμων ἐκ τουτέων σκοπέεσθαι,
καὶ προλέγειν ἐκ τουτέων, εὐπορέεται. Εἰδότι
περὶ τουτέων, ἔστιν εἰδέναι οὓς καὶ ὅτε καὶ ὡς δεῖ
διαιτῇν.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.