ποτῶν, ἀλλὰ πολλὸν ὑπερβάλλοντα· πολλὴ δέ τις καὶ
τῶν οὔρων κακότης ἦν τῶν ἀπιόντων· οὔτε γὰρ πάχος, οὔτε πεπασμοὺς,
οὔτε καθάρσιας χρηστὰς εἶχεν· ἐπὶ πολλοῖσι γὰρ αἱ
κατὰ κύστιν καθάρσιες, χρησταὶ γιγνόμεναι, ἀγαθόν· ἐσήμαινον
δὲ τοῖσι πλείστοισι ξύντηξιν, καὶ ταραχὴν, καὶ πόνους, καὶ ἀκρισίας.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.