ὥσπερ ἀστραπὴν ἐκλάμπειν ἐδόκει· οὐ πολὺ δὲ ἐπισχόντι, ὀδύνη ἐς
κρόταφον τὸν δεξιὸν ἐγένετο δεινὴ, ἔπειτα καὶ ἐς ὅλην τὴν κεφαλὴν, καὶ ἐς τὸν τράχηλον, ᾗ δέδεται ἡ κεφαλὴ, ὄπισθεν τῶν σπονδύλων·
καὶ ξύντασις καὶ σκληρότης ἀμφὶ τοὺς τένοντας· εἰ γοῦν
ἐπειρᾶτο διακινέειν τὴν κεφαλὴν ἢ διοίγειν τοὺς ὀδόντας, ὠδυνᾶτο,
ὡς σφόδρα ξυντεινόμενος. Ἔμετοι, ὁπότε γενοίατο, ἀπέτρεπον τὰς εἰρημένας
ὀδύνας, ἢ ἠπιωτέρας ἐποίεον· καὶ φλεβοτομίη ὠφέλησε,
καὶ Ἐλλέβοροι ἦγον παντοδαπὰ, οὐχ ἥκιστα πρασοειδέα.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.