πουλλὰ χρεμπτομένοισι, πυρετοὶ ἐπιγίνονται, ἐπιεικῶς δὲ πεμπταῖοι
παύονται· αἱ βῆχες δὲ περὶ τὰς τεσσαράκοντα, οἷον Ἡγησιπόλει.
Οἷσι θέρμαι λεπταὶ ἔστιν ὅτε παυομένων, οὐχ ὅλον τὸ σῶμα, ἀλλ᾿
ἢ περὶ αὐχένα καὶ ὑπὸ μασχάλας, ἢ κεφαλὴν ἀφιδρώσαντες,
παύονται.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.