τῆς κεφαλῆς, καὶ κατὰ ῥῖνάς τι ὑγρὸν ἀποχωρέει λεπτὸν ἢ πέπον,
ἢ ἐς ὦτα, ἢ ἐς φάρυγγα ἐκ κεφαλῆς, ἀσφαλέστερον· οἷσι δὲ ξηρὰ
ταῦτα, ὁ δὲ σφάκελος δεινὸς, ἐπικίνδυνα· ἢν δὲ προσῇ ἀσώδης, ἢ
χολώδης ἔμετος, ἢ κατάπληξις ὀμμάτων, ἢ ἀφωνίη, καὶ σπάνιόν
τι φθέγγηται, ἢ λῆρός τις, θανάσιμα. καὶ σπασμώδεα. Ὁπόσοι δ᾿ ἂν
ἐκ κατάῤῥου τὸ ἥμισυ τῆς κεφαλῆς πονέοντες, καὶ κατὰ ῥῖνας
ὑγροῦ ὑποχωρέοντος, ἐπιπυρετήνωσιν, ἐπιεικῶς ἐν τῇ πέμπτῃ ἢ ἕκτῃ
περιψύχονται.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.