καὶ ὑποχόνδρια καὶ πλευρὸν ἐπόνει χρόνον πουλὺν ἄνευ πυρετῶν·
πολλοῖσι δὲ ἔτεσιν ἔμπροσθεν, ἔμπυος ἐγένετο. Τοῦ δὲ χειμῶνος,
φρίξαντι ἐπέτεινεν ἡ ὀδύνη, καὶ τὸ πυρέτιον λεπτὸν, καὶ ἀπόχρεμψις
πυώδης, βὴξ κερχαλέη περὶ φάρυγγα, καὶ ῥεγχώδης, ἔμφρων δὲ ἐὼν
ἐτελεύτησεν.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.