ξυνέβη δὲ αὐτῷ, οἰδήματος γενομένου περὶ μηρὸν τὸν ἀριστερὸν,
ἐξαπίνης τοῦτο ἀφανισθῆναι· οὐ πολλῇσι δὲ ὕστερον ἡμέρῃσιν
ἐγενήθη αὐτῷ κατὰ τὸν σπλῆνα οἷον ἐπινυκτὶς ἐξ ἀρχῆς, ἔτι δὲ οἴδημα
καὶ ἐρύθημα σκληρόν· μετὰ δὲ ἡμέρην τετάρτην πυρετὸς ἐγένετο καυσώδης,
καὶ ἐπελιδνώθη πάντα κύκλῳ καὶ σαπρὰ ἐδόκει· ἀπέθανεν·
ὑπεκαθάρθη δὲ πρότερον καὶ κατενόει.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.