παλαίσας πλείω πρὸς ἰσχυρότερον καὶ πεσὼν ἐπὶ κεφαλὴν, ἀπελθὼν,
ἔπιε ψυχρὸν ὕδωρ πουλύ· μετὰ δὲ ταῦτα, ἐκείνης τῆς νυκτὸς,
ἀγρυπνίη, δυσφορίη, ἄκρεα ψυχρά. Τῇ δὲ ὑστεραίῃ, εἰσῆλθον εἰς οἶκον,
καὶ τῇ κοιλίῃ, βαλάνου προστεθείσης, οὐχ ὑπῆλθεν, οὔρησε δὲ
σμικρὸν, πρότερον οὐδὲν οὐρήκει· ἐς νύκτα ἐλούσατο· οὐδὲν ἧσσον
ἀγρυπνίη καὶ δυσφορίη, παρέκρουσεν. Ἐόντι δὲ τριταίῳ, κατάψυξις
ἀκρέων· ἐκθερμανθεὶς ἵδρωσε, πιὼν δὲ μελίκρητον ἀπέθανε τριταῖος.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.