τὰ πλεῖστα, διότι ἡπατῖτις· ἦν δὲ καὶ ἀπὸ ἀρτηρίης κακωθείσης
κακὸν σημεῖον, οἵως Ποσειδωνίῃ. Οἱ αἱμοῤῥαγέοντες τελευτῶντες
οὐκ ἐφίδρωσαν μέτωπον, ἀλλ᾿ οἷα ξυμπεπτωκότες· καὶ οἱ
πνευματίαι, καὶ οἱ ὑπὸ ὑδρώπων ὀλλύμενοι, πονηρόν. Τῶν γαστέρων
αἱ εὐφορίαι ταραχὴν φέρουσιν, οἷον Ποσειδωνίῃ· καὶ τὰ θηρία
οἷα ἐνεποίει· ἐν τῷ λεπτυσμῷ ἡ περίτασις πρὸ τῆς τελευτῆς, καὶ
ὁ ὀμφαλὸς πρόμακρος εἱλκύσθη αὐτέῃ, καὶ οὔλων ἐφελκώσιες τῶν
ἐπιόντων ἐπὶ ὀδόντα.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.