δακνώδεες μὲν, ἐπαναδιδόντες δέ· οἱ δ᾿ ὀξέες μὲν, ἡσσώμενοι δὲ τῆς
χειρός· οἱ δὲ περικαέες εὐθέως, οἱ δὲ διὰ παντὸς βληχροί· ξηροί·
οἱ δὲ ἁλμυρώδεες· οἱ δὲ πεμφιγώδεες ἰδεῖν δεινόι· οἱ δὲ πρὸς τὴν
χεῖρα νοτιώδεες· οἱ δὲ ἐξέρυθροι· οἱ δὲ πελιοί· οἱ δὲ ἔξωχροι· καὶ
τἄλλα τοιουτότροπα.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.