τὸν χρόνον ξηρή· καὶ εἰ μὴ διακλύζοιτο, διαλέγεσθαι οὐχ οἷός τε ἦν,
καὶ πικρὴ λίην ἦν τὰ πολλά· ἔστι δ᾿ ὅτε καὶ πρὸς καρδίην ὀδύνη,
ἣν φλεβοτομίη ἔλυσεν· ταύτῃ ὑδροποσίη ἢ μελίκρητον ξυνήνεγκεν.
Ἐλλέβορον ἔπιε μέλανα, οὐδὲ τὸ χολῶδες διῄει, ἀλλ᾿ ὀλίγον. Τέλος
δὲ χειμῶνος κατακλιθεὶς, ἔξω ἐγένετο, καὶ τὰ τῆς γλώσσης παθήματα
ὅμοια, θέρμη λεπτὴ, ἄπορος, γλῶσσα ἄχροος, φωνὴ περιπλευμονικὴ,
ἀπόσταξις· εἷμα ἀπεδύετο, καὶ ἐξάγειν αὐτὸν ἐκέλευεν, οὐδὲν δὲ
ἠδύνατο σάφα εἰπεῖν· ἐς νύκτα ἐτελεύτα.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.