μελαίνης, ἔπιε τὸ φάρμακον· οὕτως ἐκαθάρθη τὸ κάθαρμα πουλὺ,
φλέγμα τε καὶ χολὴν μέλαιναν· διῄει δι᾿ ἡμέρης· πρὸς δείλην ἐπαύσατο
τῆς καθάρσιος· καὶ πόνον ἐπόνησεν ἐν τῇ καθάρσει πουλὺν,
καὶ, πιὼν ἄλφιτον, ὕπνος ἔλαβεν αὐτὸν, καὶ εἶχε τὴν νύκτα, μέχρις
ἥλιος ἀνεκὰς ἐγένετο· ἐν δὲ τῷ ὕπνῳ οὐκ ἐδόκεε τοῖς παρεοῦσιν ἀναπνέειν
οὐδὲν, ἀλλὰ τεθνάναι, οὐδ᾿ ᾐσθάνετο οὐδενὸς, οὔτε λόγου, οὔτε
ἔργου, ἐτάθη δὲ τὸ σῶμα καὶ ἐπάγη, ἐβίω δὲ καὶ ἐξήγρετο.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.