τι· ἐς δὲ τὰ ὦτα, βήσσοντες, καὶ ἐπιπυρεταίνοντες, ἐκρηγνύμενα
περὶ ἑβδόμην ἢ ὀγδόην. Ἡ Ἐνμύριος παῖς ἐπυρέτηνε, καὶ ἐξ
ὠτὸς ἐῤῥύη πυῶδες, περὶ ὀγδόην, οὐκ οἶδα σαφέως· ἔστι δ᾿ οἷσι καὶ
ὀδὼν ὑπῆρχε βεβρωμένος, μάλιστα ὁ τρίτος τῶν ἄνω, ἀντὶ πάντων
δὲ οὗτος εὑρίσκεται βεβρωμένος· ἐς τοῦτον ὀδύνη, καὶ ἔστιν οἷσι
καὶ περιπύημα. Οἷσι δὲ ἐς ὦτα ἰσχυρῶς, βήσσοντες μᾶλλον ἢ ἐκεῖνοι.
Οἷσι δὲ καὶ ἐς ἐμπύησιν, σὺν πυρετοῖσι, καὶ ἐλάπασσεν
ἑβδόμῃ, [οἷον ᾧ] ἐπιπαρωξύνθη, ὑποχόνδριον οὐκ ἐλύθη, μαλαχθείσης
ἐνῆν τὰ σμικρὰ ὑπόγλισχρα ξυστρέμματα, οὐ χρηστά· οὖρον αἱμοχροῶδες·
ἔπτυε δὲ ἀφρῶδες.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.