ὑποχόνδρια μεγάλα καὶ σπλὴν, πνεῦμα· διαχώρησις γλισχρόχολος,
ὑπόκοπρος· κοπιώδης ἐξ ἔργων· εἰκοσταῖος ἐς πόδας, καὶ κρίσις·
ἦρα τοῖσι κοπιώδεσιν ἐς ἄρθρα, καὶ οὐκ ἐς ὀφθαλμόν; Τὰ ὑποχόνδρια
δὲ ἐντεταμένα ἦν· καὶ δὴ καὶ ἦν τι βηχίον ξηρὸν ἡσυχῇ.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.