ἀφθώδεα, ἑλκώδεα. Ῥεύματα περὶ αἰδοῖα πολλὰ, ἑλκώματα,
φύματα ἔξωθεν, ἔσωθεν· τὰ περὶ βουβῶνας. Ὀφθαλμίαι
ὑγραὶ, μακροχρόνιαι, μετὰ πόνων· ἐπιφύσιες βλεφάρων
ἔξωθεν, ἔσωθεν, πολλῶν φθείροντα τὰς ὄψιας, ἃ σῦκα
ἐπονομάζουσιν. Ἐφύετο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἑλκέων πολλὰ,
καὶ ἐν αἰδοίοισιν. Ἄνθρακες πολλοὶ κατὰ θέρος, καὶ ἄλλα, ἃ
σὴψ καλέεται· ἐκθύματα μεγάλα· ἕρπητες πολλοῖσι
μεγάλοι.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.