ΤΜΗΜΑ ΤΡΙΤΟΝ.
ἀρκτοῦρον ὕδατα πουλλά. Φθινόπωρον σκιῶδες, ἐπινέφελον· ὑδάτων
πλήθεα. Χειμὼν νότιος, ὑγρὸς, μαλακός. Μετὰ δὲ ἡλίου τροπὰς
ὕστερον πολλῷ, πλησίον ἰσημερίης, ὀπισθοχειμῶνες· καὶ ἤδη
περὶ ἰσημερίην, βόρεια, χιονώδεα, οὐ πουλὺν χρόνον. Ἦρ
πάλιν νότιον, ἄπνοον· ὕδατα πουλλὰ διὰ τέλεος μέχρι
κυνός. Θέρος αἴθριον, θερμόν· πνίγεα μεγάλα· ἐτησίαι σμικρὰ
διεσπασμένως ἔπνευσαν· πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν βορείοισιν
ὕδατα πουλλά. Γενομένου δὲ τοῦ ἔτεος νοτίου, καὶ ὑγροῦ, καὶ μαλθακοῦ, κατὰ μὲν τὸν χειμῶνα διῆγον ὑγιηρῶς, πλὴν τῶν
φθινωδέων, περὶ ὧν γεγράψεται.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.