μετὰ πόνου· δίψα πουλλή· ἄση· πότον κατέχειν οὐκ
ἠδύνατο· ἦν δὲ ὑπόσπληνός τε καὶ καρηβαρικός. Τῇ πρώτῃ,
ᾑμοῤῥάγησεν ἐξ ἀριστεροῦ· πουλὺς μέντοι ὁ πυρετὸς ἐπέτεινεν·
οὔρησε πουλὺ θολερὸν, λευκὸν, κείμενον οὐ καθίστατο. Δευτέρῃ,
πάντα παρωξύνθη· τὰ μέντοι οὖρα παχέα μὲν ἦν, ἱδρυμένα δὲ μᾶλλον·
καὶ τὰ περὶ τὴν ἄσην ἐκούφισεν· ἐκοιμήθη. Τρίτῃ, πυρετὸς
ἐμαλάχθη· οὔρων πλῆθος, πέπονα, πουλλὴν ὑπόστασιν
ἔχοντα· νύκτα δι᾿ ἡσυχίης. Τετάρτῃ, περὶ μέσον ἡμέρης ἵδρωσε
πολλῷ θερμῷ δι᾿ ὅλου· ἄπυρος· ἐκρίθη· οὐχ ὑπέστρεψεν.
Ὀξύ.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.