ὥρμησεν. Ἔμετοι πολλοί· ποτὸν κατέχειν οὐκ ἠδύνατο. Πόνοι
περὶ ὑποχόνδρια· καὶ ἐν τοῖσι κάτω κατὰ κοιλίην, πόνοι·
στρόφοι ξυνεχέες· οὐ διψώδης· ἐπεθερμαίνετο. Ἄκρεα ψυχρὰ
διὰ τέλεος· ἀσώδης· ἄγρυπνος· οὖρα ὀλίγα, λεπτά· διαχωρήματα
ὠμὰ, λεπτὰ, ὀλίγα· ὠφελέειν οὐδὲν ἠδύνατο·
ἀπέθανεν.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.