ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ.
καί ποτε καὶ ὑποκαρωθεὶς, κατεκλίθη· ἐκ δὲ πότων πυρετῶν
ξυνεχέων γενομένων, ὁ πόνος παρωξύνθη· νυκτὸς ἐπεθερμάνθη τὸ πρῶτον. Τῇ πρώτῃ, ἤμεσε χολώδεα, ὀλίγα,
ξανθὰ τὸ πρῶτον, μετὰ δὲ, ἰώδεα πλείω· ἀπὸ δὲ
κοιλίης κόπρανα διῆλθεν· νύκτα δυσφόρως. Δευτέρῃ, κώφωσις·
πυρετὸς ὀξύς· ὑποχόνδριον δεξιὸν ξυνετάθη· ἔῤῥεπεν ἐς τὰ
ἔσω· οὖρα λεπτὰ, διαφανέα, εἶχεν ἐναιώρημα γονοειδὲς,
σμικρόν· ἐξεμάνη περὶ μέσον ἡμέρης. Τρίτῃ δυσφόρως.
Τετάρτῃ σπασμοί· παρωξύνθη πάντα. Πέμπτῃ, πρωῒ ἀπέθανεν.
ϠΦΔΕΘ.
De morbis popularibus. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.