ἔσω πρὸς τὴν φλέβα, ἢ πυτίην ξυστρέψαντα ἐμβῆσαι
ἐς τὸν μυκτῆρα, ἢ χαλκίτιδος τῷ δακτύλῳ προσεπιπασάμενος
πίεσον, καὶ τοὺς χόνδρους ἔξωθεν προσπίεζε ἑκατέρωθεν·
καὶ τὴν κοιλίην λῦσον ὄνου γάλακτι ἑφθῷ, καὶ
τὴν κεφαλὴν ξυρῶν ψυκτικὰ πρόσφερε, ἢν ἐν ὥρῃ θερμῇ
γίγνηται.
De diaeta acutorum. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.