πολλῆς εὐτυχίης δεόμενος· μάλιστα δὲ ταλαιπωρίη, καὶ
πυρίη, καὶ ἐγκρατείη· ξηρὰ δὲ καὶ δριμέα ἐσθιέτω· οὕτω γὰρ
οὐρητικώτατος ἂν εἴη, καὶ ἰσχύοι μάλιστα. Ἢν δὲ
δύσπνοος ᾖ, καὶ ἡ ὥρη θερινὴ ἐοῦσα τύχῃ, καὶ ἡ
ἡλικίη ἀκμάζη, καὶ ῥώμη ᾖ, ἀπὸ τοῦ βραχίονος αἷμα
ἀφαιρέειν· εἶτα θερμοὺς ἄρτους ἐξ οἴνου μέλανος καὶ ἐλαίου ἀποβάπτων ἐσθιέτω· καὶ ὡς ἐλάχιστα πίνων, ὡς πλεῖστα
πονεέτω, καὶ κρέα ὕεια σαρκώδεα ἐσθιέτω μετὰ
ὄξους ἑφθὰ, ὅκως πρὸς τοὺς προσάντεας περιπάτους
ἀντέχῃ.
De diaeta acutorum. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.