φαίνηται τὸ νούσημα, καὶ οἱ ἔχοντες ἀκμάζωσι τῇ ἡλικίῃ, καὶ
ῥώμη παρῇ αὐτέοισιν. Ἢν μὲν οὖν σύναγχος ᾖ, ἐκλεικτοῖσιν
ἀνακάθαιρε, εἴτ᾿ ἄλλο τι τῶν πλευριτικῶν· ἢν δὲ ἀσθενέστεροι
φαίνωνται, ἢ καὶ πλείω τοῦ αἵματος ἀφέλῃς,
κλυσμῷ κατὰ τὴν κοιλίην χρέεσθαι διὰ τρίτης ἡμέρης,
ἕως ἂν ἐν ἀσφαλείῃ γένοιτο ὁ νοσέων, καὶ λιμῷ,
εἰ χρῄζοι.
De diaeta acutorum. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.