ῥεῦμα· ὁκόσοι δὲ ἐξ ἀποστημάτων ἢ φλεβοῤῥαγίης ἢ
δι᾿ ἀκρησίην ἢ δι᾿ ἄλλην τινὰ ἰσχυρὴν αἰτίην ἔμπυοι γίγνονται,
μὴ δίδου ἐλλέβορον τοῖσι τοιουτέοισιν· οὐδὲν γὰρ ὠφελήσει, καὶ ἤν τι πάθῃ, αἴτιον δόξει εἶναι δ ἐλλέβορος·
ἢν δὲ διαλύηται τὸ σῶμα, ἢ πόνος ἐν κεφαλῆ ᾖ,
ἢ ἐμπεπλασμένα τὰ οὔατα ἢ ῥὶς, ἢ πτυελισμὸς, ἢ
γουνάτων βάρος, ἢ σώματος ὄγκος παρὰ τὸ ἔθος, ὅ τι ἂν
ξυμβαίνῃ μήτε ὑπὸ ποτῶν, μήτε ὑπὸ ἀφροδισίων,
μήτε ὑπὸ λύπης, μήτε ὑπὸ φροντίδων, μήτε ὑπὸ ἀγρυπνιῶν·
ἢν μέν τι τουτέων ἔχῃ αἴτιον, πρὸς τοῦτο ποιέεσθαι
τὴν θεραπείη.
De diaeta acutorum. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.