τὴν μὲν ἡμέρην ἐγρηγορέναι χρὴ, τὴν δὲ νύκτα καθεύδειν. Ἢν δὲ
εἴη τοῦτο μεταβεβλημένον, κάκιον· ἥκιστα. δ᾿ ἂν λυπέοιτο,
εἰ κοιμῷτο τὸ πρωΐ ἐς τὸ τρίτον μέρος τῆς ἡμέρης· οἱ δὲ
ἀπὸ τουτέου| τοῦ χρόνου ὕπνοι πονηρότεροί εἰσι· κάκιστον δὲ μὴ
κοιμᾶσθαι, μήτε τῆς νυκτὸς, μήτε τῆς ἡμέρης· ἢ γὰρ ὑπὸ
ὀδύνης τε καὶ πόνων ἀγρυπνέειν ἢ παραφρονήσειν ἕπεται ἀπὸ τουτέου
τοῦ σημείου.
Prognosticon. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.