ἀνδρὶ ἡ ἐπιθυμίη τῆς μίξιος γίγνεται πολλὴ διὰ τὴν ὁγρότητα τῆς
φύσιος καὶ τῆς κοιλίης τὴν μαλθακότητά τε καὶ τὴν ψυχρότητα,
ἀπὸ τῶν ἥκιστα εἰκὸς εἶναι ἄνδρα οἷόν τε λαγνεύειν· καὶ ἔτι ὑπὸ τῶν ἵππων αἰεὶ κοπτόμενοι, ἀσθενέες γίγνονται ἐς τὴν μίξιν. Τοῖσι
μὲν ἀνδράσιν αὗται αἱ προφάσιες γίγνονται· τῇσι δὲ γυναιξὶν ἥ τε
πιότης τῆς σαρκὸς καὶ ὑγρότης· οὐ γὰρ δύνανται ἔτι ξυναρπάζειν αἱ
μῆτραι τὸν γόνον· οὔτε γὰρ ἐπιμήνιος κάθαρσις αὐτέῃσι γίγνεται ὡς
χρεών ἐστιν, ἀλλ᾿ ὀλίγον καὶ διὰ χρόνου· τό τε στόμα τῶν μητρέων
ὑπὸ πιμελῆς ξυγκλείεται, καὶ οὐχ ὑποδέχεται τὸν γόνον· αὐταί τε
ἀταλαίπωροι καὶ πίεραι, καὶ αἱ κοιλίαι ψυχραὶ καὶ μαλακαί. Καὶ ὑπὸ
τουτέων τῶν ἀναγκέων οὐ πολύγονόν ἐστι τὸ γένος τὸ Σκυθικόν.
Μέγα δὲ τεκμήριον αἱ οἰκέτιδες ποιέουσιν· οὐ γὰρ φθάνουσι παρὰ
ἄνδρα ἀφικνεύμεναι, καὶ ἐν γαστρὶ ἴσχουσι διὰ τὴν ταλαιπωρίην
καὶ ἰσχνότητα τῆς σαρκός.
De aere, aquis, locis. Hippocrates. ed. Émile Littré. Paris. 1840.
Funding provided by Andrew W. Mellon Foundation.