ὁμολογημένως χειροτέχνης, ὃς ἐξεῦρε τὴν ἀμφὶ τοὺς κάμνοντας δίαιτάν
τε καὶ τροφὴν, ἢ κεῖνος ὁ ἀπ᾿ ἀρχῆς τοῖσι πᾶσιν ἀνθρώποισι
τροφὴν, ᾗ νῦν χρεόμεθα, ἐξ ἐκείνης τῆς ἀγρίης καὶ θηριώδεος εὑρών
τε καὶ παρασκευάσας διαίτης; ἐμοὶ μὲν γὰρ φαίνεται ὡυτὸς
τρόπος, καὶ ἕν τι καὶ ὅμοιον τὸ εὕρημα. Ὁ μὲν, ὅσων μὴ ἠδύνατο ἡ
φύσις ἡ ἀνθρωπίνη ἐπικρατέειν ὑγιαίνουσα ἐμπιπτόντων, διά
ἀγριότητά τε καὶ ἀκρησίην, ὁ δὲ, ὅσων ἡ διάθεσις, ἐν οἵῃ ἂν ἑκάστοτε
ἕκαστος τύχῃ διακείμενος, μὴ ἦν δυνατὸς ἐπικρατέειν, ταῦτα
ἐζήτησεν ἀφελεῖν. Τί δὴ τοῦτ᾿ ἐκείνου διαφέρει ἀλλ᾿ ἢ πλέον τό γε εἶδος, καὶ ὅτι ποικιλώτερον, καὶ πλέονος πραγματείης, ἀρχὴ δὲ
κείνη ἡ πρότερον γενομένη;
De prisca medicina. Hippocrates. ed. Émile Littré. Paris. 1839.
Funding provided by Andrew W. Mellon Foundation.