μηδείς ἐστιν ἰδιώτης, ἀλλὰ πάντες ἐπιστήμονες διὰ τὴν χρῆσίν
τε καὶ ἀνάγκην, οὐ προσήκει ταύτης οὐδένα τεχνίτην καλέεσθαι· ἐπεὶ τό γε εὅρημα καὶ μέγα καὶ πολλῆς τέχνης τε καὶ σκέψιος.
Ἔτι γοῦν καὶ νῦν οἱ τῶν γυμνασίων τε καὶ ἀσκησίων ἐπιμελόμενοι
αἰεί τι προσεξευρίσκουσι, κατὰ τὴν αὐτέην ὁδὸν ζητέοντες ὅ τι
ἔδων τε καὶ πίνων ἐπικρατήσει τε αὐτέων μάλιστα, καὶ ἰσχυρότερος
αὐτὸς ἑωυτοῦ ἔσται.
De prisca medicina. Hippocrates. ed. Émile Littré. Paris. 1839.
Funding provided by Andrew W. Mellon Foundation.