τε καὶ περιπλευμονίῃσι καὶ ἄλλοισιν ἰσχυροῖσι νουσήμασιν οὐ
ταχέως ἐκ τῆς θερμῆς ἀπαλλάσσονται, οὐδὲ πάρεστιν ἐνταῦθα ἔτι
τὸ θερμὸν ἢ τὸ ψυχρόν. Ἐγὼ δὲ τοῦτό μοι μέγιστον τεκμήριον ἡγεῦμαι
εἶναι, ὅτι οὐ διὰ τὸ θερμὸν ἁπλῶς πυρεταίνουσιν οἱ ἄνθρωποι,
οὐδὲ τοῦτο εἴη τὸ αἴτιον τῆς κακώσιος μοῦνον, ἀλλ᾿ ἔστι καὶ πικρὸν
καὶ θερμὸν τὸ αὐτὸ, καὶ θερμὸν καὶ ὀξὺ, καὶ ἁλμυρὸν καὶ θερμὸν,
καὶ ἄλλα μυρία, καὶ πάλιν γε ψυχρὸν μετὰ δυνάμιων ἑτέρων.
Τὰ μὲν οὖν λυμαινόμενα ταῦτά ἐστι· ξυμπάρεστι δὲ καὶ τὸ θερμὸν,
ῥώμης μετέχον, ὡς ἂν τὸ ἡγεύμενον καὶ παροξυνόμενον καὶ
αὐξανόμενον ἅμα κείνῳ, δύναμιν δὲ οὐδεμίην πλείω τῆς προσηκούσης.
De prisca medicina. Hippocrates. ed. Émile Littré. Paris. 1839.
Funding provided by Andrew W. Mellon Foundation.