[0]
Tzetzes ad Aristoph. Plut. 88 [Ambr., Paris.] τυφλὸν δὲ τὸν Πλοῦτον ποιεῖ ὡς οὐκ ἀρετῆς, κακίας δὲ παραιτίου. ὅθεν καὶ Ἡ. ὁ Ἐφέσιος ἀρώμενος Ἐφεσίοις, οὐκ ἐπευχόμενος· μὴ ἐπιλίποι ὑμᾶς πλοῦτος, ἔφη, Ἐφέσιοι, ἵν’ ἐξελέγχοισθε πονηρευόμενοι.Fragmenta. Heraclitus of Ephesus. ed. Hermann Diels. Berlin. 1922.
Funding provided by Center for Hellenic Studies.