ι′.
Λύσιδι.
(2)
ὡς ἄτοπόν ἐστι, τῷ μὲν πλήκτρῳ μὴ εἴκειν οἴεσθαι δεῖν, ὃ τοὺς χρωμένους αὐτῷ καλῶς οὐκ ἐξίστησι τῶν φρενῶν οὐδ’ εἰς μανίαν ἐμβάλλει, τῷ δὲ οἴνῳ οἴεσθαι εἴκειν δεῖν καὶ χρῆσθαι αὐτῷ** ἢ τῷ πλήκτρῳ ἀποβαίνει τοσοῦτον μεῖζον** καὶ τὴν μελέτην αὐτοῦ ποιητέον. πειρῷ δὴ τοῖς ἐγκρατέσι τῶν ἀνδρῶν ὁμιλῶν ἐγκρατῶς χρῆσθαι μανθάνειν, ὅπως ἂν τό γε δῶρον τοῦ θεοῦ μὴ ἀτιμάζοντι εἰς κεφαλήν σοι γένηται, ἀλλὰ τιμῶντι ἡδοναὶ ἀμεταμέλητοι καὶ ὠφέλειαί σοι ἀπ’ αὐτοῦ ὦσιν, ὅταν ἄλλως πᾶς μετ’ ἐγκρατείας περαινομένας εὐσχημόνως σε καὶ δικαίως ποιῇ βιοτεύειν, μηδὲν ἄσχημον μηδὲ φαῦλον ἐν τῷ βίῳ διαπραττόμενον, ἀλλὰ πάντα τὰ δίκαια λέγοντα καὶ πράττοντα.(3)
ὧν παρουσίᾳ ἄνθρωποι λέγονται τρισευδαίμονες γίνεσθαι, τρισσῶν αὐτοῖς ἀγαθῶν πληθυνόντων ἐν τῷ βίω· οἷς γὰρ τά τε περὶ ψυχὴν ἐγκρατῶς διάκειται, τά τε περὶ τὸ σῶμα ὑγιεινῶς, τά τε περὶ κτῆσιν αὐτάρκως, πῶς ἂν οὐ τρισευδαίμονες εἶεν; ὅπως οὖν τούτων τῶν ἀγαθῶν ἀπολαύῃς, παραινῶ σοι μὴ ὀλιγωρεῖν τῶν ἐπεσταλμένων.Epistulae. Cratetis Epistulae. ed. Rudolf Hercher. Paris. 1873.
Funding provided by Center for Hellenic Studies.