57. Ναυμαχικά.
οἰκείους ὡς πολεμίους καὶ οὕτως ἐπιτρέχειν τῇ χώρᾳ τῶν πολεμίων, ὡς ἂν ὡς πρὸς οἰκείους ἐρχόμενοι λάθωσιν ἐμ- πίπτοντες εἰς τὰς τῶν πολεμίων χεῖρας.
πολεμίων νεῶν ἀντιπαρισταμένων, χρὴ εὐτρεπίσαι ταχυναυ-
τούσας δύο ναῦς καὶ ἀρίστους αὐταῖς ἐμβιβάσαι, καὶ ἡνίκα ἴδῃ ἀσχολουμένους πρὸς ἀναγκαίας χρείας τοὺς πολεμίους, ἐξαίφνης ἐξορμήσασαι ἐξ ἐναντίου ποιήσωσι τὴν εἰρεσίαν, ὡς ἂν τῆς διώξεως τῶν πολεμίων γενομένης πεφυρμένης ἀκινδύνως αὗται ἀπέλθωσιν.
ται ἐπιβουλεύσασθαι ναῦν, ὁμοίαν τῆς ἐκείνης ἑτέραν κατα- σκευάσας καὶ τὸν στρατηγικὸν περιθεὶς κόσμον ἀπὸ ταύτης ἆραι τὸ σημεῖον προσέταξεν, αὐτὸς δὲ εἰς ἀνύποπτον ἐλθὼν τῶν δυνατωτέρων νεῶν τῇ προσποιητῇ ἄρδην ἐπισυναχθέν-
των τὰς καταλειφθείσας αὐτὸς τὰς μὲν κατέδυσεν, τὰς δὲ κατεδίωξεν.
ναυμαχεῖν, ὀφείλει τὰς ταχυναυτούσας προαποστέλλειν καὶ παραγγέλλειν ὧδε κακεῖσε τὰς εἰρεσίας ποιεῖν, ὡς ἂν τῇ
τούτων διώξει αἱ τῶν πολεμίων διαλύσασαι τὴν σύνταξιν ἄλλως τε (δὲ) καὶ ἐκλυθεῖεν (τῇ διώξει) τῇ συνεχεῖ εἰρεσίᾳ. εἶθʼ οὕτως μετὰ τῶν ἄλλων συντεταγμένως ἐπελθὼν εὐχερῶς δύναται ταύτας τροποῦσθαι προεκλυθέντων αὐτῶν τῇ εἰρεσίᾳ.
προστύχῃ πολεμίοις ἐν μηνοειδεῖ σχήματι χρὴ παρατάξασθαι, τὰ μὲν ἔμβολα τῶν νεῶν καὶ τὸ περιφερὲς τοῦ σχήματος πρὸς τοὺς ἐναντίους ἐπιστρέψαι, τὰ ναυάγια δὲ καὶ τοὺς αἰχμαλώτους ἐς τὸ κοίλωμα τοῦ ναυτικοῦ προσαγαγεῖν, ἵνα
κατὰ πρύμναν αὐτῶν πλέωσιν.
δίως κρατήσωσιν.
μὴ τῆς πόλεως ἀποκλεισθῶσι καταλιπόντες τὴν πρὸς τοὺς τριακοσίους μάχην ἀνεχώρησαν ἐπὶ τὴν πόλιν.
ἀρίστων καὶ παράγγελμα ἔδωκεν προαναχθῆναι τοῦ στόλου παντὸς καὶ παραπλεῖν ἐπὶ τὴν Νεάπολιν οὐ πολὺ τῆς γῆς ἀπέχοντας. οἱ μὲν παρέπλεον, ὁ δὲ Χάρης ὡς ἀναρπασό- μενος τὰς τέσσαρας ναῦς ἐπανήχθη ταῖς εἴκοσιν. αἱ δὲ τέσσαρες ἐλαφραὶ καὶ ἀρίστους ἐρέτας ἔχουσαι ταχέως εἰς
τὸ πέλαγος μετεωρίζονται. τῶν δὲ ἀμφὶ τὸν Χάρητα συν- 15 τεταγμένως διωκόντων ἔλαθεν ὁ Φίλιππος Νεάπολιν ἀσφα- λῶς παραπλεύσας, Χάρης δὲ οὐδὲ τὰς τέσσαρας ναῦς κατ- ἐλαβεν.
τὸ Πολυσπέρχοντος ναυτικὸν ναυμαχήσας καὶ ἀποβαλὼν ἑξή- κοντα τριήρεις μηδὲν δείσας τῆς ἥττης τὰς καταλειφθείσας διὰ τῆς νυκτὸς ἑτοιμάσας καὶ ἀπὸ γῆς πεζοὺς εὐτρεπίσας ἄμα ἕῳ προσετάξατο ταῖς τοῦ Πολυσπέρχοντος ἀμελῶς καὶ ὡς ἔτυχε διακειμέναις καὶ τῶν μὲν ἔξωθεν, τῶν δὲ ἀπὸ τῶν
νεῶν ἐπιθεμένων λαμπρὰν τὴν νίκην ἤρατο.
βιβλία δοῦναι τοῖς ναυάρχοις ἐσφραγισμένα καὶ παραγγεῖ- λαι, εἰ μὲν ἐν τῷ ἅμα πλέουσι, μὴ λῦσαι τὰς σφραγῖδας, εἰ δὲ τύχοι διασκεδασθῆναι, λύσαντες ἀναγνῶναι, ὅπου μέλ-
λουσι πλεῖν.
χρὴ τὸ μὲν πλεῖστον τοῦ ναυτικοῦ εἰς ἕτερον τόπον ἀπο- κρύψασθαι, ἐκλεξάμενος δὲ ἕως εἴκοσι ναῦς καὶ ἀρίστους ἐμβιβάσας, ταύταις ῥοθίῳ τῇ εἰρεσίᾳ ὡς παραπλεῖν τῇ πόλει
παραγγείλαι, ὡς ἂν οἱ πολῖται ὡς πρὸς ἕτερον τόπον ἀπ- ερχομένας νομίσαντες ἀμελῶς διακέωνται, αὐτοὶ δὲ ἐξαίφνης τῇ πόλει ἐπιθέμενοι κατάσχωσιν αὐτὴν ἀμελῶς τῶν πολιτῶν διακειμένων.
ἑβδομήκοντα, ἣν ἐφύλαττε Πτολεμαίου στρατηγὸς Μενέλαος ναῦσιν ἑξήκοντα, προσεδοκᾶτο δὲ καὶ αὐτὸς Πτολεμαῖος ἑκα- τὸν τεσσαράκοντα ναυσὶν ἐπιπλεύσασθαι. Δημήτριος πρὸς διακοσίας τριήρεις ἀξιόμαχος οὐκ ὢν μικρὸν ὑπαναχωρήσας ὑπὸ κρημνοὺς λιμενίζοντας ἐναυλόχει. ἐπεὶ δὲ Πτολεμαῖον μὴ
προορώμενον εἶδεν εἰς εὔορμον αἰγιαλὸν κατάραντα καὶ τὴν ἐπὶ γῆς ἀπόβασιν μέλλοντα ποιεῖν, ἐξαίφνης ἀναφανεὶς ταῖς 20 προσορμιζουμέναις τοῦ Πτολεμαίου ναυσὶν, ὡς εἶχον τάχους οἱ τοῦ Πτολεμαίου παραχρῆμα ἔφυγον καὶ αὐτὸς Μενέλαος τὰ ὅμοια τῷ Πτολεμαίῳ ἔπασχε φεύγοντι συνακολουθῶν.
σκοπήσας οὖν τὸν λιμένα ἔχοντα κατὰ θάτερον μέρος τόπον ὁμαλὸν καὶ πηλώδη, εὖρος εἴκοσι σταδίων τοῦτον φαλαγγώ- σας ὑπερήνεγκεν ἡμέρᾳ μιᾷ ὀγδοήκοντα τριήρεις. Ἱμίλκων φοβηθεὶς μὴ Διονύσιος τὸ ναυτικὸν ὑπερβαλὼν τοὺς Καρ- χηδονίους ἐπὶ στόματι τοῦ λιμένος κατακλείσας ἔνδον ἐξέλοι,
ἀπέπλευσεν. Διονύσιος δὲ τούτῳ τῷ τρόπῳ καὶ τὸν λιμένα καὶ τὸ ναυτικὸν καὶ τὴν πόλιν διεσώσατο.
τὸ πρόσθεν μέρος πεφραγμένους ἔχων, ὅπως μὴ γνωρίζοιεν οἱ πολέμιοι ἀπὸ τοῦ φωτὸς τὸν ἐπίπλουν, προήγετο.
ἀνὰ μέρος ποτὲ μὲν τὰς θαλαμίας, ποτὲ δὲ τὰς θρανίτιδας 26 κώπας ἀναφαίνειν καί τινα τῶν σκαφῶν τῇ γῇ προσάγειν ἐπειρᾶτο, οἱ μὲν πολέμιοι συνδραμόντες ἐκώλυον τὴν ἀπό- βασιν. οἱ δὲ ἐκ τῆς ἐνέδρας προσδραμόντες οὓς μὲν αὐτῶν ἀπέσφαξαν, οὓς δὲ πρὸς φυγὴν ἐτρέψαντο, ὁ δὲ ἀσφαλῆ τὴν
ἀπόβασιν ἐποιήσατο.
ἔφευγεν εἰς τὸν λιμένα προηγούμενος αὐτῶν οὐ πολύ, κάμψας δὲ τὴν ἄκραν τοῦ λιμένος εὐθὺς ἐπέστρεψε τὴν ναῦν, εἰσ- ιούσης τῆς προτέρας κατὰ τὸν λιμένα ἐμβαλὼν ἐκ πλαγίου
αὐτὴν μὲν κατέδυσε, τὴν δὲ ἑτέραν εἰς φυγὴν ἔτρεψεν.
βουλευόντων τινῶν καταδῦσαι ταύτας αὐτοῖς ἀνδράσιν τοὐ- ναντίον αὐτὸς ἐποίει. ἐρωτήσας γοῦν ὅποι πλεῖτεʼ, ἐπειδὴ ἔφασαν ὡς πρὸς Ἑλλάδα, καὶ ἡμεῖς, ἔφη, ἐκεῖσε, ὥστε καὶ
ὁ τοῖς Ἕλλησιν ἀγόμενος σῖτος ἡμέτερός ἐστιν.᾿ οἱ γοῦν σωθέντες ἀπαγγείλαντες τοῖς Ἕλλησιν εἰς ἔκπληξιν ἔφερον αὐτούς.
Excerpta Polyaeni. Polyaenus. ed. Johannes Melber, ed. Eduard von Woelfflin. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.